The Greek Library Author

Homer

Ἰλιάς

Book 8

Title variantsἸλιάς · Ilias · Iliad · Iliade

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
David B. Monro, Thomas W. Allen
Edition reference
Homeri Opera · Editio Tertia · Oxford · Clarendon Press · 1908-1920
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Book 8

1Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,

2Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος

3ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·

4αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·

5κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,

6ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

7μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην

8πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες

9αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.

10ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω

11ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι

12πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·

13ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα

14τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,

15ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,

16τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·

17γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.

18εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·

19σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες

20πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·

21ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ

22Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.

23ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,

24αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·

25σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο

26δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.

27τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.

28ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

29μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.

30ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

31ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων

32εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·

33ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,

34οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.

35ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·

36βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,

37ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

38τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·

39θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ

40πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.

41ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω

42ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,

43χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην

44χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,

45μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην

46μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.

47Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν

48Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.

49ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε

50λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.

51αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων

52εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.

53οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ

54ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.

55Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο

56παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι

57χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.

58πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,

59πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.

60οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο

61σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν

62χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

63ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.

64ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν

65ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.

66ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,

67τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.

68ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,

69καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·

70ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο

71Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

72ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.

73αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ

74ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·

75αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ

76ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες

77θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.

78ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,

79οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·

80Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν

81οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ

82δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο

83ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων

84κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.

85ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,

86σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.

87ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε

88φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι

89ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες

90Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν

91εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·

92σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·

The complete text is available when the reading interface loads.