The Greek Library Author

Homer

Ὀδύσσεια

Book 10

Title variantsὈδύσσεια · Odyssea · Odyssey · Odyssée · Odyssee

Author namesHomère · Homere · Homer · Homeros · Homerus · Ομηρος

Scientific editors
Augustus Taber Murray
Edition reference
The Odyssey · London · William Heinemann, Ltd. · 1919
CTS identifier
urn:cts:greekLit:tlg0012.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.3.0 · 2026-08-31
Digital source
View source ↗

Book 10

1Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν

2Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,

3πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος

4χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.

5τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,

6ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·

7ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.

8οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ

9δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,

10κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ

11ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν

12εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.

13καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.

14μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,

15Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·

16καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.

17ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον

18πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.

19δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,

20ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·

21κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,

22ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.

23νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ

24ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·

25αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,

26ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν

27ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.

28ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,

29τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,

30καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·

31ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,

32αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ

33δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·

34οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,

35καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι

36δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.

37ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

38ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν

39ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.

40πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ

41ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες

42οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·

43καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι

44Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,

45ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.

46ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·

47ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.

48τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα

49κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε

50ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,

51ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,

52ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.

53ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ

54κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ

55αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.

56ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,

57αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.

58αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,

59δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον

60βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον

61δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.

62ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ

63ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·

64πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;

65ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο

66πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.

67ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·

68ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος

69σχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.

70ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,

71οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·

72ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·

73οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν

74ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·

75ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.

76ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.

77ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.

78τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς

79ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.

80ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,

81ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,

82Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν

83ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.

84ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,

85τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·

86ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.

87ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη

88ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,

89ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν

90ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,

91ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.

92αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο…

93

The complete text is available when the reading interface loads.